Ancient Greek · ~3 min
8 to 10
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 8-9-10
Not analysed yet
Διὰ τί ἡ μασχάλη δυσωδέστατος τῶν τόπων; πότερον ὅτι ἀπνούστατός ἐστιν; ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς πιότητος· ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος. Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ, δυσωδέστεροι γίνονται; ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγένετο. εἶτα πάντες ἱδρώσαντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει. Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος; ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυωρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον;