Ancient Greek · ~3 min
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-13
Not analysed yet
Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)· ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει. ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον. αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι, μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.