Ancient Greek · ~5 min
9 to 12
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-23-12
Not analysed yet
Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύεται; ἢ διότι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται; Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγχέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ; πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθῃ τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προεγχέωσιν εἰς τὰ ὦτα τὸ ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν. Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνόμενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά.