Ancient Greek · ~1 min
9 to 10
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-26-10
Not analysed yet
Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ἢ ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυσικοῦ θερμοῦ ἢ κρατεῖται; Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται; ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμφοτέροις οὐ δυνατὸν εἰπεῖν.