Ancient Greek
9 to 12
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 9-8-12
Not analysed yet
Διὰ τί δὲ μᾶλλον, ἐὰν κατορύξῃ τις, ἠχεῖ, ἢ ἐὰν μή; ἢ ὅτι περιστεγόμενα μᾶλλον εἰς αὑτὰ δέχεται καὶ κατέχει τὸν ἀέρα; συμβαίνει δὲ καὶ τὴν πληγὴν σφοδροτέραν γίνεσθαι. Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεόμενον ὀξύτερον ποιεῖ τὸν ψόφον; ἢ ὅτι θάττων ἡ φορά; βαρύτερον γάρ. ἡ δὲ θάττων ὀξύτερον ποιεῖ τὸν ψόφον. τὸ δὲ θερμὸν καὶ τῇ μανότητι καὶ τῇ ἀναφορᾷ κουφίζει. παρόμοιον δὲ ὅτι καὶ αἱ δᾷδες καιόμεναι ἀσθενεστέραν τὴν πληγὴν ποιοῦσιν. Διὰ τί τοῖς ἠγρυπνηκόσιν ἡ φωνὴ τραχυτέρα; ἢ διότι ὑγρότερον τὸ σῶμα διὰ τὴν ἀπεψίαν, καὶ οὐχ ἥκιστα περὶ τὸν ἄνω τόπον, διὸ καὶ βάρος ἐν τῇ κεφαλῇ· ὑγρότητός τε περὶ τὸν βρόγχον οὔσης ἀνάγκη καὶ τραχυτέραν εἶναι τὴν φωνήν. ἡ μὲν γὰρ τραχύτης διὰ τὴν ἀνωμαλίαν, ἡ δὲ βαρύτης διὰ τὴν ἔμφραξιν· βραδυτέρα γὰρ ἡ φορά. Διὰ τί μετὰ τὰ σιτία τάχιστα ἀπορρήγνυται ἡ φωνή; ἢ ὅτι κοπτόμενος μὲν ὁ τόπος ἐκθερμαίνεται, θερμαινόμενος δὲ ἕλκει τὴν ὑγρότητα; πλείων δὲ αὕτη καὶ ἑτοιμοτέρα διὰ τὴν προσφοράν.