Ancient Greek
1.9.16 to 1.9.19
Aristotle, Ῥητορική 1.9.16-19
Not analysed yet
καὶ ἐφʼ ὅσοις τὰ ἆθλα τιμή, καλά. καὶ ἐφʼ ὅσοις τιμὴ μᾶλλον ἢ χρήματα. καὶ ὅσα μὴ αὑτοῦ ἕνεκα πράττει τις τῶν αἱρετῶν, καὶ τὰ ἁπλῶς ἀγαθά, ὅσα τε ὑπὲρ πατρίδος τις ἐποίησεν παριδὼν τὸ αὑτοῦ, καὶ τὰ τῇ φύσει ἀγαθά, καὶ ἃ μὴ αὐτῷ ἀγαθά· αὑτοῦ γὰρ ἕνεκα τὰ τοιαῦτα. καὶ ὅσα τεθνεῶτι ἐνδέχεται ὑπάρχειν μᾶλλον ἢ ζῶντι· τὸ γὰρ αὑτοῦ ἕνεκα μᾶλλον ἔχει τὰ ζῶντι. καὶ ὅσα ἔργα τῶν ἄλλων ἕνεκα· ἧττον γὰρ αὑτοῦ. καὶ ὅσαι εὐπραγίαι περὶ ἄλλους ἀλλὰ μὴ περὶ αὑτόν, καὶ αἱ περὶ τοὺς εὖ ποιήσαντας· δίκαιον γάρ. καὶ τὰ εὐεργετήματα· οὐ γὰρ εἰς αὑτόν.