Ancient Greek
Book 1, Chapter 9
Aristotle, Ῥητορική 1.9.20
Not analysed yet
καὶ τὰ ἐναντία ἢ ἐφʼ οἷς αἰσχύνονται· τὰ γὰρ αἰσχρὰ αἰσχύνονται καὶ λέγοντες καὶ ποιοῦντες καὶ μέλλοντες, ὥσπερ καὶ Σαπφὼ πεποίηκεν, εἰπόντος τοῦ Ἀλκαίου θέλω τι εἰπῆν, ἀλλά με κωλύει αἰδώς, Alcaeus fr. 55 αἱ δʼ ἦχες ἐσθλῶν ἵμερον ἢ καλῶν καὶ μή τι εἰπῆν γλῶσσʼ ἐκύκα κακόν αἰδώς κέν σε οὐκ εἶχεν ὄμματʼ, ἀλλʼ ἔλεγες περὶ τῶ δικαίω. Sappho fr. 28