Ancient Greek · ~2 min
Book 2, Chapter 2
Aristotle, Ῥητορική 2.2.6
Not analysed yet
αἴτιον δὲ τῆς ἡδονῆς τοῖς ὑβρίζουσιν, ὅτι οἴονται κακῶς δρῶντες αὐτοὶ ὑπερέχειν μᾶλλον (διὸ οἱ νέοι καὶ οἱ πλούσιοι ὑβρισταί· ὑπερέχειν γὰρ οἴονται ὑβρίζοντες)· ὕβρεως δὲ ἀτιμία, ὁ δʼ ἀτιμάζων ὀλιγωρεῖ· τὸ γὰρ μηδενὸς ἄξιον οὐδεμίαν ἔχει τιμήν, οὔτε ἀγαθοῦ οὔτε κακοῦ· διὸ λέγει ὀργιζόμενος ὁ Ἀχιλλεὺς ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς Hom. Il. 1. 356 καὶ ὡς εἴ τινʼ ἀτίμητον μετανάστην, Hom. Il. 9. 648