Ancient Greek
Book 2, Chapter 2
Aristotle, Ῥητορική 2.2.7
Not analysed yet
ὡς διὰ ταῦτα ὀργιζόμενος. προσήκειν δὲ οἴονται πολυωρεῖσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, κατὰ δύναμιν, κατʼ ἀρετήν, καὶ ὅλως ἐν ᾧ ἂν αὐτὸς ὑπερέχῃ πολύ, οἷον ἐν χρήμασιν ὁ πλούσιος πένητος καὶ ἐν τῷ λέγειν ῥητορικὸς ἀδυνάτου εἰπεῖν καὶ ἄρχων ἀρχομένου καὶ ἄρχειν ἄξιος τοῦ ἄρχεσθαι ἀξίου· διὸ εἴρηται θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων Hom. Il. 2. 196 καὶ ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον· Hom. Il. 1. 82 ἀγανακτοῦσι γὰρ διὰ τὴν ὑπεροχήν.