Ancient Greek
Book 2, Chapter 21
Aristotle, Ῥητορική 2.21.16
Not analysed yet
ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω· ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις· αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα. περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.