Ancient Greek
2.22.1 to 2.22.2
Aristotle, Ῥητορική 2.22.1-2
Not analysed yet
περὶ δʼ ἐνθυμημάτων καθόλου τε εἴπωμεν τίνα τρόπον δεῖ ζητεῖν, καὶ μετὰ ταῦτα τοὺς τόπους· ἄλλο γὰρ εἶδος ἑκάτερον τούτων ἐστίν. ὅτι μὲν οὖν τὸ ἐνθύμημα συλλογισμός ἐστιν, εἴρηται πρότερον, καὶ πῶς συλλογισμός, καὶ τί διαφέρει τῶν διαλεκτικῶν·