Ancient Greek · ~4 min
Book 2, Chapter 21
Aristotle, Ῥητορική 2.21.2
Not analysed yet
ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθʼ ἕκαστον, οἷον ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἷον ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί, καὶ ἃ αἱρετὰ ἢ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστʼ ἐπεὶ τὸ ἐνθύμημα ὁ περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἷον χρὴ δʼ οὔ ποθʼ ὅστις ἀρτίφρων πέφυκʼ ἀνήρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς. Eur. Med. 294-295 τοῦτο μὲν οὖν γνώμη· προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἷον χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας, φθόνον παρʼ ἀστῶν ἀλφάνουσι δυσμενῆ, Eur. Med. 296-297 καὶ τὸ οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ, Eur. fr. 661 καὶ τὸ οὐκ ἔστιν ἀνδρῶν ὅστις ἔστʼ ἐλεύθερος Eur. Hec. . 864 γνώμη, πρὸς δὲ τῷ ἐχομένῳ ἐνθύμημα, ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης. Eur. Hec. 865