Ancient Greek · ~2 min
2.21.3 to 2.21.5
Aristotle, Ῥητορική 2.21.3-5
Not analysed yet
εἰ δή ἐστιν γνώμη τὸ εἰρημένον, ἀνάγκη τέτταρα εἴδη εἶναι γνώμης· ἢ γὰρ μετʼ ἐπιλόγου ἔσται ἢ ἄνευ ἐπιλόγου. ἀποδείξεως μὲν οὖν δεόμεναί εἰσιν ὅσαι παράδοξόν τι λέγουσιν ἢ ἀμφισβητούμενον· ὅσαι δὲ μηδὲν παράδοξον, ἄνευ ἐπιλόγου. τούτων δʼ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἷον ἀνδρὶ δʼ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γʼ ἐμὶν δοκεῖ (φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω), τὰς δʼ ἅμα λεγομένας δήλας εἶναι ἐπιβλέψασιν, οἷον οὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Eur. Tro. 1051