Ancient Greek · ~2 min
Book 2, Chapter 23
Aristotle, Ῥητορική 2.23.4
Not analysed yet
ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον εἰ μηδʼ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι· τοῦτο γάρ ἐστιν εἰ ᾧ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδʼ ᾧ ἧττον. τὸ δʼ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει· τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον· ἢ δὴ οὕτως γε ἢ εἰ ᾧ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, ἢ εἰ ᾧ ἧττον ὑπάρχει ὑπάρχει, ὁπότερον δεῖ δεῖξαι, εἴθʼ ὅτι ὑπάρχει εἴθʼ ὅτι οὔ.