Ancient Greek · ~2 min
Book 2, Chapter 23
Aristotle, Ῥητορική 2.23.5
Not analysed yet
ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ· Οἰνεὺς δʼ ἄρʼ οὐχὶ κλεινὸν ἀπολέσας γόνον; καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ μηδʼ οἱ Τυνδαρίδαι, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδʼ ἄλλοι τεχνῖται φαῦλοι, οὐδʼ οἱ φιλόσοφοι. καὶ εἰ μηδʼ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδʼ οἱ σοφισταί. καὶ ὅτι εἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων.