Ancient Greek
3.11.1 to 3.11.2
Aristotle, Ῥητορική 3.11.1-2
Not analysed yet
ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται· λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο. λέγω δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλʼ οὐ σημαίνει ἐνέργειαν· ἀλλὰ τὸ ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν ἐνέργεια, καὶ τὸ σὲ δʼ ὥσπερ ἄφετον ἐνέργεια, καὶ τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες ποσίν· Eur. IA 80 τὸ ᾄξαντες ἐνέργεια καὶ μεταφορά· ταχὺ γὰρ λέγει.