Ancient Greek
Book 3, Chapter 11
Aristotle, Ῥητορική 3.11.3
Not analysed yet
καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς. ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε, αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής, Hom. Od. 11. 598 καὶ ἔπτατʼ ὀιστός, Hom. Il. 13. 587 καὶ ἐπιπτέσθαι μενεαίνων, Hom. Il. 4. 126 καὶ ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι, Hom. Il. 11. 574 καὶ αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. Hom. Il. 15. 541 ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται· τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια. ταῦτα δὲ προσῆψε διὰ τῆς κατʼ ἀναλογίαν μεταφορᾶς· ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον, ὁ ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον.