Ancient Greek
Book 3, Chapter 11
Aristotle, Ῥητορική 3.11.10
Not analysed yet
δεῖ δʼ ἀεὶ προσεῖναι τὸ πρὸς ὃν λέγεται ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον ἔσται· ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἷον ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα ,τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον, ἀλλʼ οὐκ ἀστεῖον, ἀλλʼ ἢ ἐὰν ἅμα ἄμφω ἔχῃ· ἄξιόν γʼ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν. ὅσῳ δʼ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἷον εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἴη καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν.