Ancient Greek · ~1 min
Book 3, Chapter 11
Aristotle, Ῥητορική 3.11.9
Not analysed yet
τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων· ἀλλʼ ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δʼ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ ἐν ὀλίγῳ θᾶττον γίνεται.