Ancient Greek · ~2 min
Book 3, Chapter 11
Aristotle, Ῥητορική 3.11.8
Not analysed yet
ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ. οἷον Ἀνάσχετος οὐκ ἀνασχετός ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος· ξένος γὰρ οὐ μᾶλλον ἤ σε δεῖ τὸ αὐτὸ καὶ οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι· ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, καλόν γʼ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον· Anaxandrides fr. 64 ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν ἄξιόν γʼ ἀποθανεῖν μὴ ὄντα ἄξιον ἀποθανεῖν, ἢ ἄξιόν γʼ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα, ἢ μὴ ποιοῦντα θανάτου ἄξια.