Ancient Greek · ~2 min
3.14.2 to 3.14.3
Aristotle, Ῥητορική 3.14.2-3
Not analysed yet
λέγεται δὲ τὰ τῶν ἐπιδεικτικῶν προοίμια ἐξ ἐπαίνου ἢ ψόγου (οἷον Γοργίας μὲν ἐν τῷ Ὀλυμπικῷ λόγῳ ὑπὸ πολλῶν ἄξιοι θαυμάζεσθαι, ὦ ἄνδρες Ἕλληνες· ἐπαινεῖ γὰρ τοὺς τὰς πανηγύρεις συνάγοντας· Ἰσοκράτης δὲ ψέγει ὅτι τὰς μὲν τῶν σωμάτων ἀρετὰς δωρεαῖς ἐτίμησαν, τοῖς δʼ εὖ φρονοῦσιν οὐθὲν ἆθλον ἐποίησαν), καὶ ἀπὸ συμβουλῆς (οἷον ὅτι δεῖ τοὺς ἀγαθοὺς τιμᾶν, διὸ καὶ αὐτὸς Ἀριστείδην ἐπαινεῖ, ἢ τοὺς τοιούτους οἳ μήτε εὐδοκιμοῦσιν μήτε φαῦλοι, ἀλλʼ ὅσοι ἀγαθοὶ ὄντες ἄδηλοι, ὥσπερ Ἀλέξανδρος ὁ Πριάμου· οὗτος γὰρ συμβουλεύει)·