Ancient Greek
Book 3, Chapter 14
Aristotle, Ῥητορική 3.14.4
Not analysed yet
ἔτι δʼ ἐκ τῶν δικανικῶν προοιμίων· τοῦτο δʼ ἐστὶν ἐκ τῶν πρὸς τὸν ἀκροατήν, εἰ περὶ παραδόξου λόγος ἢ περὶ χαλεποῦ ἢ περὶ τεθρυλημένου πολλοῖς, ὥστε συγγνώμην ἔχειν, οἷον Χοιρίλος νῦν δʼ ὅτε πάντα δέδασται. τὰ μὲν οὖν τῶν ἐπιδεικτικῶν λόγων προοίμια ἐκ τούτων, ἐξ ἐπαίνου, ἐκ ψόγου, ἐκ προτροπῆς, ἐξ ἀποτροπῆς, ἐκ τῶν πρὸς τὸν ἀκροατήν· δεῖ δὲ ἢ ξένα ἢ οἰκεῖα εἶναι τὰ ἐνδόσιμα τῷ λόγῳ.