Ancient Greek · ~3 min
Book 3, Chapter 17
Aristotle, Ῥητορική 3.17.10
Not analysed yet
τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής (ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ), καὶ ὁ νόμος ὑπόθεσις ἐν τοῖς δικανικοῖς· ἔχοντα δὲ ἀρχὴν ῥᾷον εὑρεῖν ἀπόδειξιν. καὶ οὐκ ἔχει πολλὰς διατριβάς, οἷον πρὸς ἀντίδικον ἢ περὶ αὑτοῦ, ἢ παθητικὸν ποιεῖν, ἀλλʼ ἥκιστα πάντων, ἐὰν μὴ ἐξιστῇ. δεῖ οὖν ἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης· καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δʼ ἐν τῷ συμμαχικῷ.