Ancient Greek · ~2 min
3.17.8 to 3.17.9
Aristotle, Ῥητορική 3.17.8-9
Not analysed yet
καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα (ἢ γὰρ ἐκκρούσει τὸ πάθος ἢ μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα· ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ ἢ ἀφανίζουσιν ἢ ἀσθενεῖς ποιοῦοιν), οὐδʼ ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα· οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἡ ἀπόδειξις. γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει· ἠθικὸν γὰρ καὶ ἐγὼ δέδωκα, καὶ ταῦτʼ εἰδὼς ὡς οὐ δεῖ πιστεύειν· ἐὰν δὲ παθητικῶς, καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ· τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον.