Ancient Greek
Book 3, Chapter 18
Aristotle, Ῥητορική 3.18.4
Not analysed yet
τέταρτον δὲ ὅταν μὴ ἐνῇ ἀλλʼ ἢ σοφιστικῶς ἀποκρινάμενον λῦσαι· ἐὰν γὰρ οὕτως ἀποκρίνηται, ὅτι ἔστι μὲν ἔστι δʼ οὔ, ἢ τὰ μὲν τὰ δʼ οὔ, ἢ πῇ μὲν πῇ δʼ οὔ, θορυβοῦσιν ὡς ἀποροῦντος. ἄλλως δὲ μὴ ἐγχείρει. ἐὰν γὰρ ἐνστῇ, κεκρατῆσθαι δόξεις· οὐ γὰρ οἷόν τε πολλὰ ἐρωτᾶν, διὰ τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ· διὸ καὶ τὰ ἐνθυμήματα ὅτι μάλιστα συστρέφειν δεῖ.