Ancient Greek · ~1 min
Book 3, Chapter 18
Aristotle, Ῥητορική 3.18.5
Not analysed yet
ἀποκρίνασθαι δὲ δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα λόγῳ καὶ μὴ συντόμως, πρὸς δὲ τὰ δοκοῦντα ἐναντία τὴν λύσιν φέροντα εὐθὺς τῇ ἀποκρίσει, πρὶν ἐπερωτῆσαι τὸ ἐπιὸν ἢ συλλογίσασθαι· οὐ γὰρ χαλεπὸν προορᾶν ἐν τίνι ὁ λόγος. φανερὸν δʼ ἡμῖν ἐστιν ἐκ τῶν Τοπικῶν καὶ τοῦτο καὶ αἱ λύσεις.