Ancient Greek
Book 3, Chapter 18
Aristotle, Ῥητορική 3.18.6
Not analysed yet
καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα, τὴν αἰτίαν εἰπεῖν, οἷον Σοφοκλῆς, ἐρωτώμενος ὑπὸ Πεισάνδρου εἰ ἔδοξεν αὐτῷ, ὥσπερ καὶ τοῖς ἄλλοις προβούλοις, καταστῆσαι τοὺς τετρακοσίους, ἔφη τί δέ; οὐ πονηρά σοι ταῦτα ἐδόκει εἶναι; ἔφη. οὐκοῦν σὺ ταῦτα ἔπραξας τὰ πονηρά; ναὶ, ἔφη, οὐ γὰρ ἦν ἄλλα βελτίω. καὶ ὡς ὁ Λάκων εὐθυνόμενος τῆς ἐφορίας, ἐρωτώμενος εἰ δοκοῦσιν αὐτῷ δικαίως ἀπολωλέναι ἅτεροι, ἔφη. ὁ δὲ οὐκοῦν σὺ τούτοις ταὐτὰ ἔθου; καὶ ὃς ἔφη. οὐκοῦν δικαίως ἄν, ἔφη, καὶ σὺ ἀπόλοιο; οὐ δῆτα, ἔφη, οἱ μὲν γὰρ χρήματα λαβόντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὔ, ἀλλὰ γνώμῃ. διὸ οὔτε ἐπερωτᾶν δεῖ μετὰ τὸ συμπέρασμα, οὔτε τὸ συμπέρασμα ἐπερωτᾶν, ἐὰν μὴ τὸ πολὺ περιῇ τοῦ ἀληθοῦς.