Ancient Greek · ~2 min
Book 3, Chapter 9
Aristotle, Ῥητορική 3.9.3
Not analysed yet
ἡ μὲν οὖν εἰρομένη ἐστιν ἥδε, κατεστραμμένη δὲ ἡ ἐν περιόδοις· λέγω δὲ περίοδον λέξιν ἔχουσαν ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθʼ αὑτὴν καὶ μέγεθος εὐσύνοπτον. ἡδεῖα δʼ ἡ τοιαύτη καὶ εὐμαθής, ἡδεῖα μὲν διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ, καὶ ὅτι ἀεί τὶ οἴεται ἔχειν ὁ ἀκροατὴς καὶ πεπερθ́νθαι τι αὑτῷ, τὸ δὲ μηδὲν προνοεῖν μηδὲ ἀνύειν ἀηδές· εὐμαθὴς δὲ ὅτι εὐμνημόνευτος, τοῦτο δὲ ὅτι ἀριθμὸν ἔχει ἡ ἐν περιόδοις λέξις, ὃ πάντων εὐμνημονευτότατον. διὸ καὶ τὰ μέτρα πάντες μνημονεύουσιν μᾶλλον τῶν χύδην· ἀριθμὸν γὰρ ἔχει ᾧ μετρεῖται.