Ancient Greek · ~2 min
3.9.4 to 3.9.5
Aristotle, Ῥητορική 3.9.4-5
Not analysed yet
δεῖ δὲ τὴν περίοδον †καὶ τῇ διανοία† τετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα, Καλυδὼνμὲν ἥδε γαῖα· Πελοπίας χθονός· Eur. fr. 515 τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου. περίοδος δὲ ἡ μὲν ἐν κώλοις ἡ δʼ ἀφελής. ἔστιν δʼ ἐν κώλοις μὲν λέξις ἡ τετελειωμένη τε καὶ διῃρημένη καὶ εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσει †ὥσπερ καὶ ἡ περίοδος,† ἀλλʼ ὅλη (κῶλον δʼ ἐστὶν τὸ ἕτερον μόριον ταύτης)· ἀφελῆ δὲ λέγω τὴν μονόκωλον.