Ancient Greek · ~1 min
Section 31
Aristotle, Περὶ ἀτόμων γραμμῶν 31
Not analysed yet
Ὤστε οὐδεμία τῶν συγκειμένων τμηθήσεται εἰς ἴσα καὶ ἄνισα, οὐδ’ ὁμοίως τοῖς χρόνοις τμηθήσονται. Οὐκ ἔσονται ἄτομοι γραμμαί. Τὰ δὲ τοῦ αὐτοῦ λόγου ἐστί, καθάπερ ἐλέχθη, τὸ πάντα ταῦτα ποιεῖν ἐξ ἀμερῶν. Ἔτι ἄπασα ἡ μὴ ἄπειρος δύο ἔχει πέρατα· γραμμὴ γὰρ ὥρισται τούτοις.