Ancient Greek · ~1 min
Section 35
Aristotle, Περὶ ἀτόμων γραμμῶν 35
Not analysed yet
Ὄλως τε τί διοίσει στιγμὴ γραμμῆς; Οὐδὲν γὰρ ἴδιον ἔξει ἡ ἄτομος γραμμὴ παρὰ τὴν στιγμὴν πλὴν τοὔνομα. Ἕτι ὁμοίως μένει ἐπίπεδον καὶ σῶμά ἐστιν ἄτομον. Ἑνος γὰρ ὄντος ἀδιαιρέτου καὶ τἆλλα συνακολουθήσει διὰ τὸ θάτερον διῃρῆσθαι κατὰ θάτερον.