Ancient Greek · ~1 min
Section 44
Aristotle, Περὶ ἀτόμων γραμμῶν 44
Not analysed yet
Εἰ δ’ ἐν τῷ αὑτῷ, καὶ ἄπτονται· τὰ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ὄντα πρῶτα ἅπτεσθαι ἀναγκαῖον, εἶθ’ οὕτως εὐθεῖα εὐθείας ἅψεται κατὰ δύο στιγμάς. Ἡ γὰρ ἐν τῇ Α Κ στιγμὴ καὶ τῇ Κ Γ καὶ ἑτέρας ἅπτεται στιγμῆς. ῎Ωστε ἡ ἐκ τῆς Γ Δ κατὰ πλείους ἅπτεται στιγμάς.