Ancient Greek · ~1 min
Section 46
Aristotle, Περὶ ἀτόμων γραμμῶν 46
Not analysed yet
Εἰ δὲ τοῦτο μὴ δυνατόν, οὐδὲ τὸ ἅπτεσθαι στιγμὴν στιγμῆς· εἰ δὲ μὴ ἅπτεσθαι, οὐδ’ εἶναι τὴν γραμμὴν στιγμήν· οὐδὲ γὰρ ἅπτεσθαι ἀναγκαῖον. Ἔτι πῶς ποτὲ ἔσται εὐθεῖα γραμμὴ καὶ περιφερής; Οὐδὲν γὰρ διοίσει ἡ σύναψις τῶν στιγμῶν ἐν τῇ εὐθείᾳ καὶ τῇ περιφερεῖ.