Ancient Greek · ~1 min
Section 49
Aristotle, Περὶ ἀτόμων γραμμῶν 49
Not analysed yet
Ἔτι εἰ ἄτοπον στιγμὴ ἐπὶ στιγμῆς, ἴν’ ᾖ γραμμὴ καὶ ἐπὶ στιγμῇ, ἐπεὶ ἡ γραμμὴ ἐπίπεδον, ἀδύνατον τὰ εἰρημένα εἶναι. Εἴτε γὰρ ἐφεξῆς αἱ στιγμαί εἰσι, τμηθήσεται ἡ γραμμὴ κατ’ οὐδετέραν τῶν στιγμῶν, ἀλλ’ ἀνὰ μέσον· εἴθ’ ἅπτονται, γραμμὴ ἔσται τῆς μιᾶς στιγμῆς χώρα. Τοῦτο δ’ ἀδύνατον.