Ancient Greek · ~1 min
Section 6
Aristotle, Περὶ ἀτόμων γραμμῶν 6
Not analysed yet
Εἰ δὲ τοῦτο ἀδύνατον, εἴη ἄν τις ἄτομος γραμμή. Ἔτι καὶ ἐξ ὦν αὐτοὶ οἱ ἐν τοῖς μαθήμασι λέγουσιν, εἴη ἄν τις ἄτομος γραμμή, ὡς φασίν, εἰ σύμμετροί εἰσὶν αἱ τῷ αὐτῷ μέτρῳ μετρούμεναι· ὅσαι δ' εἰσὶ σύμμετροι, πᾶσαί εἰσι μετρούμεναι. Εἴη γὰρ ἄν τι μῆκος πᾶσαι μετρηθήσονται. Τοῦτο δ’ ἀνάγκη ἀδιαίρετον εἶναι.