Ancient Greek · ~7 min
1.1.1 to 1.1.6
Aristotle, Περὶ φυτῶν 1.1.1-6
Not analysed yet
Ἡ ΖΩΗ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς εὑρέθη. Ἀλλ’ ἐν μὲν τοῖς ζῴοις φανερὰ καὶ πρόδηλος, ἐν τοῖς φυτοῖς δὲ κεκρυμμένη καὶ οὐκ ἐμφανής. Εἰς τὴν ταύτης γοῦν βεβαίωσιν πολλὴν ἀνάγκη ἐστὶ ζήτησιν προηγήσασθαι. Συνίσταται γὰρ πότερον ἔχουσιν ἢ οὐχὶ τὰ φυτὰ ψυχὴν καὶ δύναμιν ἐπιθυμίας ὀδύνης τε καὶ ἡδονῆς καὶ διακρίσεως. Ἀναξαγόρας μὲν οὖν καὶ Ἐμπεδοκλῆς ἐπιθυμίᾳ ταῦτα κινεῖσθαι λέγουσιν, αἰσθάνεσθαί τε καὶ λυπεῖσθαι καὶ ἥδεσθαι διαβεβαιοῦνται. Ὧν ὁ μὲν Ἀναξαγόρας καὶ ζῷα εἶναι καὶ ἥδεσθαι καὶ λυπεῖσθαι εἶπε, τῇ τε ἀπορροῇ τῶν φύλλων καὶ τῇ αὐξήσει τοῦτο ἐκλαμβάνων, ὁ δὲ Ἐμπεδοκλῆς γένος ἐν τούτοις κεκραμένον εἶναι ἐδόξασεν. Ὡσαύτως καὶ ὁ Πλάτων ἐπιθυμεῖν μόνον αὐτὰ διὰ τὴν σφοδρὰν τῆς θρεπτικῆς δυνάμεως ἀνάγκην ἔφησεν. Ὅ ἐὰν συσταίη, ἥδεσθαι ὄντως αὐτὰ καὶ λυπεῖσθαι αἰσθάνεσθαί τε σύμφωνον ἔσται. Ἃν δὲ συσταίη τοῦτο, τῷ ἐπιθυμεῖν, εἰ καὶ ἀεὶ τῷ ὕπνῳ ἀνακτῶνται καὶ ἐγείρονται ταῖς ἐγρηγόρσεσι, σύμφωνον ἔσται. Ὡσαύτως καὶ ἐὰν ζητήσωμεν εἰ πνοὴν καὶ γένος ἐκ συγκράσεως ἔχουσιν ἢ τὸ ἐναντίον, πολλὴν ἄν τὴν περὶ τούτου ἀμφιβολίαν καὶ μακρὰν ποιήσωμεν τὴν ζήτησιν. Τὸ δὲ τὰ τοιαῦτα παραλιμπάνειν καὶ μὴ εὐαναλώτοις περὶ τὰ καθ’ ἕκαστον ἐρεύναις ἐνδιατρίβειν πρέπον ἐστίν. Τίνες δὲ ἔχειν ψυχὰς τὰ φυτὰ εἶπον, ὅτι γεννᾶσθαι τρέφεσθαι καὶ αὐξάνεσθαι, νεάζειν καὶ χλοάζειν γήρᾳ τε διαλύεσθαι τεθεωρήκασιν, ἐπείπερ οὐδὲν ἄψυχον ταῦτα μετὰ τῶν φυτῶν ἔχει κοινά. Διότι δὲ ἔχουσι ταῦτα τὰ φυτά, καὶ τὸ ἐπιθυμίᾳ ὡσαύτως κατέχεσθαι ἐπίστευον. Ἀλλὰ πρῶτον τοῖς φανεροῖς, εἶτα καὶ τοῖς κεκρυμμένοις ἀκολουθήσωμεν. Λέγομεν τοίνυν ὡς ἐὰν εἴ τι τρέφεται, ἢδη καὶ ἐπιθυμεῖ, καὶ ἡδύνεται μὲν τῷ κόρῳ, λυπεῖται δὲ ὅτε πεινᾷ· καὶ οὐκ ἐμπίπτουσιν αὗται αἱ διαθέσεις εἰ μὴ μετὰ αἰσθήσεως. Τούτου ἄρα θαυμάσιος μέν, οὐ μὴν φαῦλος πλανᾶται σκοπός, ὃς καὶ τὰ φυτὰ αἰσθάνεσθαι καὶ ἐπιθυμεῖν ἐδόξασεν.