Ancient Greek · ~3 min
1.15 to 1.16
Aristotle, Περὶ φυτῶν 1.15-16
Not analysed yet
Ἵνα δὲ μὴ φαινοίμεθα καὶ χώραν τῇ ἀσαφείᾳ διδόντες, ἢν κακίαν παντελῆ τοῖς λόγοις ἐγνώκαμεν, ἐπανερμηνείαις τισὶ καὶ σχολικαῖς παρασημειώσεσιν, εἴ τι που ἐκ τῆς ἀσαφείας ἄχαρι καὶ ἀτερπές, ἐψυχαγωγήσαμεν, κὰκ τῆς σκληρᾶς καὶ τραχείας τοὺς λογικοὺς ὁδίτας εἰς τὴν λείαν τε καὶ πλατεῖαν ἐχειραγωγήσαμεν, καὶ τῷ ὑπὲρ ἡμᾶς τὴν εὐχαριστίαν καὶ τήν, ὡς εἰκός, ἀνθομολόγησιν ἀπενείμαμεν. Τοῦτο γὰρ ἀφ’ ἡμῶν ἀπαιτεῖ τῶν ὑπὸ χεῖρα ὁ μόνος σοφὸς καὶ δυνατὸς θεὸς κατὰ τὸν θεῖον ἀπόστολον. Τίνος γὰρ ἄλλου δεῖται παρ’ ἡμῶν, ὃς διά τινος τῶν προφητῶν περὶ ἑαντοῦ λέγει "τὸν οὐρανὸν πληρῶ καὶ τὴν γῆν," καὶ οὗ ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς, κατὰ τὸν Δαβίδ, καὶ μεθ’ οὗ πᾶς ἀγρὸς παντοίοις ὡραϊσμένος φυτοῖς;