Ancient Greek · ~3 min
1.2.19 to 1.2.20
Aristotle, Περὶ φυτῶν 1.2.19-20
Not analysed yet
Ἀλλὰ ἔργον ἐν τοῦ ζῴου ἐστὶ κρεῖττον παρὰ πᾶν ἔργον τοῦ φυτοῦ, Ἄλλως τε εὑρίσκομεν καὶ ἐν τῷ ζῴῳ πάσας τὰς δυνάμεις τὰς ἐν τῷ φυτῷ, καὶ ἄλλας πολλάς, οὐ μὴν καὶ ἔμπαλιν. Εἶπε πάλιν ὁ Ἐμπεδοκλῆς ὅτι τὰ φυτὰ ἔχουσι γένεσιν ἐν κόσμῳ ἠλαττωμένῳ καὶ οὐ τελείῳ κατὰ τὴν συμπλήρωσιν αὐτοῦ, ταύτης δὲ συμπληρουμένης οὐ γεννᾶται ζῷον. Ἀλλ’ οὖτος ὁ λόγος ἀνάρμοστός ἐστι, διότι ὁ κόσμος ὁλοτελής ἐστι καὶ διηνεκής, καὶ οὐκ ἔπαυσε πώποτε γεννᾶν ζῴα καὶ φυτὰ καὶ πάντα ἀλλοῖα εἴδη. Ἐν ἑκάστῳ δὲ εἴδει τῶν φυτῶν ἔστι θερμότης καὶ ὑγρότης φυσική, ἥτις ὁπόταν ἀναλωθείη, ἀσθενοῦσι τὰ φυτὰ καὶ γηράσκουσι καὶ φθίνουσι καὶ ξηραίνονται. Καὶ τινὲς μὲν λέγουσι τοῦτο φθοράν, ἄλλοι δ’ οὐχί.