Ancient Greek · ~4 min
1.3.1 to 1.3.4
Aristotle, Περὶ φυτῶν 1.3.1-4
Not analysed yet
Τινὰ τῶν φυτῶν ἔχουσί τι ὑγρὸν ὡς ῥητίνην, ὡς κόμι, ὡς σμύρναν, ὡς θυμίαμα καὶ ὡς κόμι Ἀραβικόν. Πάλιν τινὰ δένδρα ἔχουσι δεσμοὺς καὶ φλέβας καὶ κοιλίαν καὶ φιτρούς καὶ φλοιὸν καὶ μυελὸν ἐντός. Καὶ τινὰ ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι φλοιός. Καὶ τινῶν μὲν ὁ καρπὸς ὑπὸ τὸν φλοιὸν ἤγουν ἐντὸς τοῦ φλοιοῦ καὶ τοῦ φιτροῦ. Καὶ τινὰ μὲν μέρη τοῦ δένδρου εἰσὶν ἀπλᾶ, ὡς ὁ χυμὸς ὁ εὑρισκόμενος ἐν αὐτοῖς καὶ οἱ δεσμοὶ καὶ αἱ φλέβες· τινὰ δέ εἰσι σύνθετα ἐκ τούτων, ὡς κλάδοι καὶ λύγοι καὶ φύλλα. Ταῦτα δὲ πάντα οὐχ εὐρίσκομεν ἐν πᾶσι τοῖς φυτοῖς. Τινὰ γὰρ τῶν φυτῶν ἔχουσι καὶ ταῦτα καὶ ἄλλα μέρη, λύγους, φύλλα, κλάδους, ἄνθη καὶ βλαστούς καὶ φλοιὸν τὸν περικυκλοῦντα τὸν καρπόν. Καὶ καθώς εἰσι καὶ ἐν τοῖς ζῴοις μέλη ὁμοιομερῆ, οὕτω καὶ ἐν τοῖς φυτοῖς. Καὶ ἕκαστα τῶν μερῶν τοῦ φυτοῦ σύνθετα εἰσὶν ὅμοια μέλεσι ζῴου· ὁ δὲ φλοιὸς τοῦ φυτοῦ ὅμοιός ἐστι φυσικῶς δέρματι ζῴου, οἱ δὲ δεσμοὶ πάλιν ὅμοιοι νεύροις ζῴου.