Ancient Greek · ~2 min
1.3.6 to 1.3.7
Aristotle, Περὶ φυτῶν 1.3.6-7
Not analysed yet
Ὁμοίως καὶ αἱ τῶν φυτῶν ῥίζαι. Πλὴν οὐ διαιρεῖται καὶ ἡ χεὶρ εἰς ἄλλην χεῖρα, οὐδὲ ἡ ῥίζα εἰς ἄλλην ῥίζαν, οὐδὲ τὰ φύλλα εἰς ἄλλα φύλλα. Ἐν ταύταις γοῦν ταῖς ῥίζαις καὶ ἐν αὐτοῖς τοῖς φύλλοις ἐστὶν ἡ σύνθεσις. Πάλιν τινὲς μὲν τῶν καρπῶν εἰσὶν ἐκ μερῶν ὀλίγων συγκείμενοι, τινὲς δὲ ἐκ μερῶν πολλῶν, ὡς ἐπὶ τῶν ἐλαιῶν. Αὗται γὰρ ἔχουσι φλοιὸν σάρκα καί τι ὀστρακῶδες καὶ σπέρμα καὶ καρπόν. Τινὰ δὲ ἔχουσι καὶ περικαλύμματα. Πάντα δὲ τὰ σπέρματά εἰσιν ἐκ δύο φλοιῶν.