Ancient Greek · ~2 min
Part 1, Chapter 3
Aristotle, Περὶ φυτῶν 1.3.8
Not analysed yet
Καὶ μέρη μὲν τῶν φυτῶν εἰσὶν ἅπερ εἴπομεν, ἡ δ’ ἀκρότης τοῦ παρόντος λόγου ἐστὶ διορίσασθαι ταῦτα τὰ μέρη τῶν φυτῶν, τὰ περικαλύμματα αὐτῶν καὶ τὰς αὐτῶν διαφοράς· ὅπερ ἐστὶ πάνυ δυσχερές, καὶ ἐξαιρέτως τὸ διορίσασθαι τὴν οὐσίαν αὐτῶν καὶ τὸ χρῶμα καὶ τὸν καιρὸν τῆς διαμονῆς αὐτῶν καὶ τὰς συνοχὰς τὰς περιπιπτούσας αὐτοῖς, καὶ ὅτι οὐκ ἔχουσι τὰ φυτὰ ἤθη ψυχῆς, οὐδὲ διάθεσιν ἴσην διαθέσει ψυχῆς.