Ancient Greek · ~3 min
1.4.1 to 1.4.2
Aristotle, Περὶ φυτῶν 1.4.1-2
Not analysed yet
Καὶ πάλιν τῶν φυτῶν τινὰ προάγουσι καρπὸν ἐπάνω τῶν ἰδίων φύλλων, τινὰ δὲ ὑποκάτω τῶν φύλλων. Καὶ τινῶν μὲν ὁ καρπὸς ἀπῃώρηται τοῦ ἰδίου φιτροῦ, τινῶν δὲ ἀπὸ τῆς ῥίζης, ὡς τὰ ἐν Αἰγύπτῳ φυτὰ τὰ λεγόμενα μαργαρῖται. Τινῶν δὲ οἱ καρποὶ ἐν μέσῳ αὐτῶν. Καὶ τινῶν οἱ καρποὶ καὶ τὰ φύλλα καὶ οἱ δεσμοὶ ἀδιάκριτοί εἰσι. Καὶ τινῶν τὰ φύλλα πρὸς ἄλληλα ὅμοια, ἄλλων δ’ οὔ. Καὶ τινὰ μὲν ἔχουσι κλάδους ἴσους, τινὰ δὲ οὐ τοιούτους. Εἰσὶ δὲ καὶ τὰ μέρη ἅπερ ὠνομάσαμεν ἐν πᾶσι τοῖς δένδροις, αὔξησιν πάσχοντα καὶ πρόσθεσιν, ὡς ἡ ῥίζα, οἱ λύγοι, οἱ φιτροὶ καὶ οἱ κλάδοι· καὶ ταῦτα παρομοιοῦνται μέλεσιν ἀνθρώπων τοῖς περιέχουσι πάντα τὰ ἄλλα μέλη.