Ancient Greek · ~2 min
Part 1, Chapter 4
Aristotle, Περὶ φυτῶν 1.4.3
Not analysed yet
Καὶ ἡ μὲν ῥίζα μεσιτεύει ἔν τε τῷ φυτῷ καὶ ἐν τῇ τροφῇ, καὶ καλοῦμεν αὐτὴν οὐ μόνον ῥίζαν ἀλλὰ καὶ αἰτίαν ζωῆς· αὕτη γὰρ ζωὴν τοῖς φυτοῖς προσφέρει. Καὶ φιτρὸς μέν ἐστιν ὁ μόνος γινόμενος ἀπὸ τῆς γῆς, καὶ ἐστὶν ὅμοιος ἡλικίᾳ ἀνθρώπου· παραφυάδες δέ εἰσι τὰ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου βλαστάνοντα, κλάδοι δέ, οἵτινες αὐξάνουσιν ἐπάνω τῶν παραφυάδων.