Ancient Greek · ~2 min
Part prol, Chapter 1
Aristotle, Περὶ φυτῶν 1.5
Not analysed yet
Ἀλλά τις Κελτὸς μὲν τὸ γένος, ἐς τοσοῦτον δὲ τῆς τῶν Ἰταλῶν σοφίας ἐλάσας ὡς τῶν πρωτείων παραχωρεῖν μηδενί, εἶτα βραχὺ τοῦτο, καίπερ ὂν τοσοῦτον, καθ’ ἑαυτὸν οἰηθείς, ἂν μὴ καὶ τὴν τῶν Ἀράβων μετὰ τὴν τῶν Λατίνων μεταλάβοι γνῶσιν καὶ τὴν καλλίστην ἔξιν ἀσκήσειεν, ὅλος γίνεται τοῦ ἔργου, καὶ εἰς πέρας τὴν γνώμην ἀγαγεῖν θέλει καὶ τυχεῖν παντοίως τοῦ ἐφετοῦ.