Ancient Greek · ~3 min
1.6 to 1.7
Aristotle, Περὶ φυτῶν 1.6-7
Not analysed yet
Στέλλεται λοιπὸν τὴν ἀλλοδαπήν, χρῆται τοῖς Ἄραψι παιδευταῖς, καὶ τῇ εὐφυΐᾳ συμμετρήσας σπουδὴν τοσοῦτον εὐμοίρησε παιδείας, φασίν, ὡς δύνασθαι καὶ τὰ τῶν Ἀράβων εἰς Ἰταλοὺς καὶ τὰ τῶν Ἰταλῶν μεταπορθμεύειν εἰς Ἄραβας. Οὗτος οὖν πρός τισιν ἄλλαις καὶ τὴν περὶ φυτῶν τήνδε βίβλον μεθερμηνεύει, κὰκ τῶν λογικῶν Ἀραβικῶν λειμώνων ὅσα καὶ φυτὸν εὐγενὲς εἰς τὰς Ἰταλικὰς μετακηπεύει φυταλιάς. Ἔχαιρε γοῦν Ἰταλὸς ἐπὶ τούτῳ, καὶ τὰ μεγάλα ἐκόμπαζε· ταῖς Ἀριστοτελικαῖς γὰρ φιλοτιμεῖσθαι βίβλοις ὑπὲρ πάντας βρενθύεται· καὶ τοσοῦτον ἐνεκαυχᾶτο τῷ χρήματι, Ξέρξης οὐχ ἢττον ἐκεῖνος εἰς ἢν ὑπεσκιάσθη καὶ ἣν χρυσέαν ἔδειξε πλάτανον. Ἦλθον εἰς ἐπιθυμίαν (μακρὸς ἐξότου χρόνος) κἀγὼ τοῦ φυτοῦ· λόγοι γάρ μοι τῶν τοῦ κόσμου πάντων χρῆμα ὅ τὸ τιμιώτατον.