Ancient Greek · ~3 min
1.7.8 to 1.7.10
Aristotle, Περὶ φυτῶν 1.7.8-10
Not analysed yet
Ἡ διαφορὰ δὲ τῶν φυτῶν τῶν ἀγρίαν καὶ τῶν κηπαίων διακρίνεται δι’ ἀρρένων καὶ θηλέων, ὁπόταν ἕκαστον αὐτῶν γνωρισθείη διὰ τῶν ἰδιωμάτων τῶν εὑρισκομένων ἐν αὐτοῖς, ὅτι τὸ μὲν ἄρρεν ἐστὶ πυκνότερον σκληρότερον καὶ πολυκλονώτερον, ἧττον ὑγρόν, καὶ ταχύτερον εἰς πέπανσιν, καὶ φύλλα ἔχον διάφορα καὶ παραφυάδας. Τὸ δὲ θῆλυ ἐπ’ ἔλαττον ἔχει ταῦτα. Δεῖ τοίνυν, ὅταν κατανοήσωμεν ταῦτα, πάλιν στοχάσασθαι πῶς ἂν γνοίημεν τὰ δένδρα καθ’ αὐτὰ καὶ τὰ γένη καθ’ αὐτά. Καὶ περὶ τῶν βοτανῶν ὡσαύτως, πῶς ἂν κατανοήσωμεν ἃ εἶπον οἱ παλαιοί. Πῶς; Ἐὰν ἐπιμελῶς σκοπήσωμεν τὰς βίβλους αὐτῶν, ἂς ἔγραψαν, καὶ δυνηθείημεν διερευνῆσαι τούτων τὸν μυελὸν ἐρεύνῃ συνοπτικῇ, καὶ γνωρίσαι βοτάνας τὰς ἐλαιώδεις καὶ βοτάνας τὰς σπέρμα μόνον ἐχούσας, καὶ τὰς βοήθειαν χορηγούσας, καὶ τὰς ἰατρικὰς καὶ τὰς φθοροποιούς. Ὡσαύτως καὶ τὰ δένδρα μετὰ τῶν βοτανῶν.