Ancient Greek · ~4 min
Part 1, Chapter 7
Aristotle, Περὶ φυτῶν 1.7.11
Not analysed yet
Πρὸς δὲ τὸ μαθεῖν καὶ τὰς αἰτίας αὐτῶν ὀφείλομεν ζητῆσαι τὴν γένεσιν τούτων, πῶς τινὰ μὲν γεννῶνται ἐν τισὶ τόποις, ἐν ἄλλοις δ’ οὔ· ἔτι δὲ καὶ τὰς φυτείας αὐτῶν καὶ τὰς ῥίζας, καὶ τὰς διαφορὰς τῶν χυλῶν καὶ τῶν ὀδμῶν καὶ τοῦ γάλακτος καὶ τοῦ κόμεος, καὶ τὴν χρηστότητα καὶ τὴν κακίαν ἑκάστων, καὶ τὰς διαμονάς, πῶς τινῶν μὲν διαμένουσιν οἱ καρποὶ τινῶν δ’ οὔ, καὶ δι’ ἣν αἰτίαν τινῶν μὲν σήπονται συντόμως τινῶν δὲ βραδέως, ἐρευνῆσαί τε καὶ τὰς ἰδιότητας τῶν φυτῶν, καὶ μᾶλλον τῶν ῥιζῶν· καὶ πῶς τινῶν μὲν καρποὶ μαλθάσσονται, τινῶν δ’ οὔ· καὶ πῶς τινὲς ἀφροδίτην προκαλοῦνται, τινὲς δὲ ὕπνον, τινὲς δὲ καὶ διαφθείρουσι, καὶ πολλὰς ἄλλας διαφοράς· καὶ πῶς τινῶν μὲν οἱ καρποὶ ποιοῦσι γάλα, τινῶν δ’ οὔ Β. Τὸ δένδρον τρεῖς ἔχει δυνάμεις, πρώτην ἐκ τοῦ γένους τῆς γῆς, δευτέραν ἐκ τοῦ γένους τοῦ ὕδατος, τρίτην ἐκ τοῦ γένους τοῦ πυρός. Ἀπὸ τῆς γῆς γάρ ἐστιν ἡ ἔκφυσις τῆς βοτάνης, ἀπὸ τοῦ ὕδατος ἡ σύμπηξις, ἀπὸ τοῦ πυρὸς ἡ ἕνωσις τῆς συμπήξεως τοῦ φυτοῦ. Βλέπομεν δὲ πολλὰ τούτων καὶ ἐν τοῖς ὁστρακώδεσιν.