Ancient Greek · ~3 min
Part 2, Chapter 1
Aristotle, Περὶ φυτῶν 2.1.10
Not analysed yet
Ὥσπερ δὲ ἐν τοῖς βαλανείοις ἡ θερμότης τὴν ὑγρότητα ἐφέλκεται καὶ ταύτην εἰς ἀτμίδα μεταστρέφει, αὕτη δὲ κουφιζομένη, ὁπόταν περιττεύσῃ, μεταβάλλεται εἰς σταγόνας, οὕτως καὶ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς τὰ περιττώματα ἀναβαίνουσιν ἀπὸ τῶν κατωτέρων εἰς τὰ ἀνώτερα, καὶ καταβαίνουσιν ἀπὸ τῶν ἀνωτέρων εἰς τὰ κατώτερα. Τοιουτοτρόπως δὲ καὶ οἱ ποταμοὶ οἱ ὑπὸ τὴν γῆν γεννῶνται ἀπὸ τῶν ὁρέων. Ὕλη γὰρ αὐτῶν εἰσὶν οἱ ὑετοί· καὶ ὅταν πληθυνθῶσι τὰ ὕδατα καὶ στενοχωρῶνται ἐντός, γίνεται ἐκ τούτων ἀτμὶς περιττή, ἥτις διὰ τὸν ἐντὸς συμπιεσμὸν σχίζει τὴν γῆν· καὶ οὕτω φαίνονται πηγαὶ καὶ ποταμοὶ οἱ πρότερον μὴ φαινόμενοι ἀλλ’ ἐγκεκρυμμένοι τυγχάνοντες.