Ancient Greek · ~3 min
2.1.8 to 2.1.9
Aristotle, Περὶ φυτῶν 2.1.8-9
Not analysed yet
Ἡ ὥλη δὲ τοῦ φυτοῦ τούτῳ ἐστὶ πλησίον, καὶ διὰ τοῦτο ὀξυτέρα ἐστὶν ἡ τούτου γένεσις. Τεννᾶται δὲ καὶ αὐξάνει καὶ ὅπερ μᾶλλόν ἐστι λεπτὸν ἐν αὐτῷ, παρὰ τὸ πυκνόν. Τὸ γὰρ πυκνὸν πολυτρόπων δεῖται δυνάμεων διά τε τὴν διαφορὰν τοῦ οἰκείου σχήματος καὶ διὰ τὸ μῆκος τῶν μερῶν αὐτοῦ πρὸς ἄλληλα. Κἀντεῦθεν ὀξυτέρα καὶ φυτοῦ γένεσις, διὰ τὴν λεπτότητα ἑτέρου πρὸς ἕτερον, καὶ ταχυτέρα ἡ τελείωσις. Τὰ μέρη τῶν φυτῶν ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἀραιά, ὅτι ἡ θερμότης αὐτῶν τὴν ὑγρότητα πρὸς τὰ ἄκρα τῶν φυτῶν ἐφέλκεται. Διασπείρεταί τε ἡ ὕλη ἡ θρεπτικὴ εἰς ὅλα τὰ μέρη αὐτῶν· ὃ δὲ περιττεύει, ἐκχεῖται.