Ancient Greek · ~6 min
2.1.2 to 2.1.6
Aristotle, Περὶ φυτῶν 2.1.2-6
Not analysed yet
Εἰσὶ γὰρ ἐν τούτοις τρία, πηλός, ἐξ οὗ γένεται πλίνθος ὀστρακώδης, δεύτερον ὕδωρ, ὅπερ ἐστὶ τὸ στερεοῦν τὰ ὀστρακώδη, τρίτον τὸ πῦρ τὸ συνάγον τὰ μέρη αὐτοῦ, ἔστ’ ἂν δι’ αὐτοῦ πληρωθείη ἡ τούτου γένεσις. Ἡ φανέρωσις γοῦν ὅλης τῆς ἑνώσεως τούτων ἀπὸ τοῦ πυρός ἐστιν, ὅτι ἀραιότης ἔνεστι τοῖς ὁστρακώδεσι κατὰ τὰ ἴδα μέρη. Καὶ ὁπόταν μίξῃ ταῦτα τὸ πῦρ, τελειοῦται ἡ ὕλη τοῦ ὑγροῦ, καὶ συγκολλῶνται τὰ μέρη τοῦ πηλοῦ, προέρχεταί τε ξηρότης ἐν τῷ τόπῳ τοῦ ὑγροῦ, Καὶ διὰ τὴν ἐπικράτειαν ἕπεται πέψις ἐν παντὶ ζῴῳ καὶ φυτῷ καὶ μετάλλοις. Πέψις γάρ ἐστιν, ὅπου ὑγρότης καὶ θερμότης ἰδίῳ πέρατι ἀκολουθεῖ. Ἔστι δὲ τοῦτο ἐν τῇ πέψει τοῦ λίθου καὶ τῶν μετάλλων ἐκφανές· ἐν τῷ ζῴῳ δὲ καὶ τῷ φυτῷ οὐχ οὕτως, ὅτι τούτων τὰ μέρη οὐκ εἰσὶ συμπεπηγότα εἰς ἓν ὡς τοῖς λίθοις, καὶ ὅτι ἐκ τούτων καταρροή τις προβαίνει, ἐκ δὲ τῶν λίθων καὶ τῶν μετάλλων οὐκ ἔξεισι καταρροὴ ἢ τις ἱδρώς. Τὰ γὰρ μέρη αὐτῶν οὐκ εἰσὶν ἀραιά, κἀντεῦθεν οὐδέ τινα ἀπ’ αὐτῶν ἐξέρχονται, ὡς ἀπὸ τοῦ ζῴου καὶ τοῦ φυτοῦ περιττώματα, οὐδὲ γίνεται ἔξοδός τις ἄλλη ἀπὸ τῆς ἀραιότητος. Ἐν ᾦ γὰρ ἀραιότης οὐκ ἔστιν, ἀπ’ αὐτοῦ παντελῶς οὐδέν τι ἐξέρχεται. Διὰ τοῦτο στερεόν ἐστιν, εἰς ὃ αὐξάνεσθαί τι οὐ πέφυκε. Καὶ γὰρ τὸ αὐξάνεσθαι πεφυκὸς δεῖται τόπου, ἐν ᾦ ἂν πλατυνθείη καὶ περατωθείη. Λίθοι δὲ καὶ ὄστρακα καὶ τὰ τοιαῦτα ἀεί εἰσιν ἐν ταὐτῷ, οὔτε αὐξάνουσιν οὔτε ἐκτείνονται. Πάλιν τοῖς φυτοῖς δευτέρῳ τρόπῳ ἔνεστι κίνησις, ἔστι καὶ ἐφέλκυσις, ἥτις ἐστὶ δύναμις ἐκ τῆς γῆς ἐφελκομένη τὸ ὑγρόν.